Jonah 2

1
LXX: Jon.2:2
καὶ προσηύξατο Ιωνας πρὸς κύριον τὸν θεὸν αὐτοῦ ἐκ τῆς κοιλίας τοῦ κήτους
2
LXX: Jon.2:3
καὶ εἶπεν Ἐβόησα ἐν θλίψει μου, πρὸς κύριον τὸν θεόν μου· καὶ εισηκουσεν μου. ἐκ κοιλίας ᾅδου κραυγῆς μου ἤκουσας φωνῆς μου
3
LXX: Jon.2:4
ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης, καὶ ποταμοί με ἐκύκλωσαν· πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
4
LXX: Jon.2:5
καὶ ἐγὼ εἶπα Ἀπῶσμαι ἐξ ὀφθαλμῶν σου· ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς τὸν ναὸν τὸν ἅγιόν σου;
5
LXX: Jon.2:6
περιεχύθη ὕδωρ μοι ἕως ψυχῆς, ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη, ἔδυ κεφαλή μου εἰς σχισμὰς ὀρέων.
6
LXX: Jon.2:7
κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι, καὶ ἀναβήτω φθορὰ ζωῆς μου, κύριε θεός μου.
7
LXX: Jon.2:8
ἐν τῷ ἐκλείπειν ἀπ' ἐμοῦ τὴν ψυχήν μου τοῦ κυρίου ἐμνήσθην, καὶ ἔλθοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
8
LXX: Jon.2:9
φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
9
LXX: Jon.2:10
ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι· ὅσα ηὐξάμην, ἀποδώσω σοι σωτηρίου τῷ κυρίῳ.
10
LXX: Jon.2:11
καὶ προσετάγη τῷ κήτει, καὶ ἐξέβαλεν τὸν Ιωναν ἐπὶ τὴν ξηράν.
Copyright information for LXX